1. οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή καὶ ἰδοὺ βροῦχος εἷς *γωγ ὁ βασιλεύς
2. καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς καὶ εἶπα κύριε κύριε ἵλεως γενοῦ τίς ἀναστήσει τὸν Iακωβ ὅτι ὀλιγοστός ἐστιν
3. μετανόησον κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐκ ἔσται λέγει κύριος
4. οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος καὶ κατέφαγε τὴν ἄβυςον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα
5. καὶ εἶπα κύριε κύριε κόπασον δή τίς ἀναστήσει τὸν Iακωβ ὅτι ὀλιγοστός ἐστιν
6. μετανόησον κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐ μὴ γένηται λέγει κύριος
7. οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας
8. καὶ εἶπεν κύριος πρός με τί σὺ ὁρᾷς Aμως καὶ εἶπα ἀδάμαντα καὶ εἶπεν κύριος πρός με ἰδοὺ ἐγὼ ἐντάςω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Iσραηλ οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν
9. καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος καὶ αἱ τελεταὶ τοῦ Iσραηλ ἐξερημωθήσονται καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Iεροβοαμ ἐν ῥομφαίᾳ
10. καὶ ἐξαπέστειλεν Aμασιας ὁ ἱερεὺς *βαιθηλ πρὸς Iεροβοαμ βασιλέα Iσραηλ λέγων συστροφὰς ποιεῖται κατὰ σοῦ Aμως ἐν μέσῳ οἴκου Iσραηλ οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ
11. διότι τάδε λέγει Aμως ἐν ῥομφαίᾳ τελευτήσει Iεροβοαμ ὁ δὲ Iσραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ
12. καὶ εἶπεν Aμασιας πρὸς Aμως ὁ ὁρῶν βάδιζε ἐκχώρησον εἰς γῆν Iουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις
13. εἰς δὲ *βαιθηλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν
14. καὶ ἀπεκρίθη Aμως καὶ εἶπεν πρὸς Aμασιαν οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου ἀλλ' ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα
15. καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων καὶ εἶπεν κύριος πρός με βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Iσραηλ
16. καὶ νῦν ἄκουε λόγον κυρίου σὺ λέγεις μὴ προφήτευε ἐπὶ τὸν Iσραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Iακωβ
17. διὰ τοῦτο τάδε λέγει κύριος ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις ὁ δὲ Iσραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ