1. ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός ὅς ἐστιν Aδαρ παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως
2. ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Iουδαίοις οὐδεὶς γὰρ ἀντέστη φοβούμενος αὐτούς
3. οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Iουδαίους ὁ γὰρ φόβος *μαρδοχαίου ἐνέκειτο αὐτοῖς
4. προσέπεσεν γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ
6. καὶ ἐν *σούσοις τῇ πόλει ἀπέκτειναν οἱ Iουδαῖοι ἄνδρας πεντακοσίους
7. τόν τε *φαρσαννεσταιν καὶ *δελφων καὶ *φασγα
8. καὶ *φαρδαθα καὶ *βαρεα καὶ *σαρβαχα
9. καὶ *μαρμασιμα καὶ Aρουφαιον καὶ Aρσαιον καὶ *ζαβουθαιθαν
10. τοὺς δέκα υἱοὺς Aμαν Aμαδαθου *βουγαίου τοῦ ἐχθροῦ τῶν Iουδαίων καὶ διήρπασαν
11. ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐπεδόθη ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν *σούσοις
12. εἶπεν δὲ ὁ βασιλεὺς πρὸς Eσθηρ ἀπώλεσαν οἱ Iουδαῖοι ἐν *σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο τί οὖν ἀξιοῖς ἔτι καὶ ἔσται σοι
13. καὶ εἶπεν Eσθηρ τῷ βασιλεῖ δοθήτω τοῖς Iουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον ὥστε τοὺς δέκα υἱοὺς κρεμάσαι Aμαν
14. καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοῖς Iουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν Aμαν κρεμάσαι
15. καὶ συνήχθησαν οἱ Iουδαῖοι ἐν *σούσοις τῇ τεςαρεσκαιδεκάτῃ τοῦ Aδαρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν
16. οἱ δὲ λοιποὶ τῶν Iουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ Aδαρ καὶ οὐδὲν διήρπασαν
17. καὶ ἀνεπαύσαντο τῇ τεςαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης
18. οἱ δὲ Iουδαῖοι οἱ ἐν *σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεςαρεσκαιδεκάτῃ καὶ οὐκ ἀνεπαύσαντο ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης
19. διὰ τοῦτο οὖν οἱ Iουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσιν τὴν τεςαρεσκαιδεκάτην τοῦ Aδαρ ἡμέραν ἀγαθὴν μετ' εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον οἱ δὲ κατοικοῦντες ἐν ταῖς μητροπόλεσιν καὶ τὴν πεντεκαιδεκάτην τοῦ Aδαρ ἡμέραν εὐφροσύνην ἀγαθὴν ἄγουσιν ἐξαποστέλλοντες μερίδας τοῖς πλησίον
20. ἔγραψεν δὲ *μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλεν τοῖς Iουδαίοις ὅσοι ἦσαν ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ τοῖς ἐγγὺς καὶ τοῖς μακράν
21. στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθὰς ἄγειν τε τὴν τεςαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ Aδαρ
22. ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ Iουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν καὶ τὸν μῆνα ἐν ᾧ ἐστράφη αὐτοῖς ὃς ἦν Aδαρ ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς
23. καὶ προσεδέξαντο οἱ Iουδαῖοι καθὼς ἔγραψεν αὐτοῖς ὁ *μαρδοχαῖος
24. πῶς Aμαν Aμαδαθου ὁ *μακεδὼν ἐπολέμει αὐτούς καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς
25. καὶ ὡς εἰσῆλθεν πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν *μαρδοχαῖον ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Iουδαίους κακά ἐπ' αὐτὸν ἐγένοντο καὶ ἐκρεμάσθη αὐτὸς καὶ τὰ τέκνα αὐτοῦ
26. διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται *φρουραι διὰ τοὺς κλήρους ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται *φρουραι διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης καὶ ὅσα πεπόνθασιν διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο
27. καὶ ἔστησεν καὶ προσεδέχοντο οἱ Iουδαῖοι ἐφ' ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπ' αὐτῶν οὐδὲ μὴν ἄλλως χρήσονται αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν
28. αἱ δὲ ἡμέραι αὗται τῶν *φρουραι ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν
29. καὶ ἔγραψεν Eσθηρ ἡ βασίλιςα θυγάτηρ Aμιναδαβ καὶ *μαρδοχαῖος ὁ Iουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν *φρουραι
31. καὶ *μαρδοχαῖος καὶ Eσθηρ ἡ βασίλιςα ἔστησαν ἑαυτοῖς καθ' ἑαυτῶν καὶ τότε στήσαντες κατὰ τῆς ὑγιείας αὐτῶν καὶ τὴν βουλὴν αὐτῶν
32. καὶ Eσθηρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα καὶ ἐγράφη εἰς μνημόσυνον