1. καὶ ἐπεὶ συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Iορδάνην καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων
2. παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ ἕνα ἀφ' ἑκάστης φυλῆς
3. σύνταξον αὐτοῖς λέγων ἀνέλεσθε ἐκ μέσου τοῦ Iορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα
4. καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Iσραηλ ἕνα ἀφ' ἑκάστης φυλῆς
5. εἶπεν αὐτοῖς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ Iορδάνου καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Iσραηλ
6. ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν
7. καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ὅτι ἐξέλιπεν ὁ Iορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Iσραηλ ἕως τοῦ αἰῶνος
8. καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Iσραηλ καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Iορδάνου καθάπερ συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Iσραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ
9. ἔστησεν δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Iορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας
10. εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Iορδάνῃ ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα ἂ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν
11. καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν
12. καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ *γαδ καὶ οἱ ἡμίσεις φυλῆς *μαναςη διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Iσραηλ καθάπερ ἐνετείλατο αὐτοῖς *μωυσῆς
13. τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Iεριχω πόλιν
14. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν κύριος τὸν Ἰησοῦν ἐναντίον παντὸς τοῦ γένους Iσραηλ καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ *μωυσῆν ὅσον χρόνον ἔζη
15. καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων
16. ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ Iορδάνου
17. καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσιν λέγων ἔκβητε ἐκ τοῦ Iορδάνου
18. καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ Iορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς ὥρμησεν τὸ ὕδωρ τοῦ Iορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τῆς κρηπῖδος
19. καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Iορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Iσραηλ ἐν *γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Iεριχω
20. καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ τοῦ Iορδάνου ἔστησεν Ἰησοῦς ἐν *γαλγαλοις
21. λέγων ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες τί εἰσιν οἱ λίθοι οὗτοι
22. ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι ἐπὶ ξηρᾶς διέβη Iσραηλ τὸν Iορδάνην
23. ἀποξηράναντος κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Iορδάνου ἐκ τοῦ ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλαςαν ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομεν
24. ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ χρόνῳ
1. καὶ προσέθεντο οἱ υἱοὶ Iσραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ Aωδ ἀπέθανεν
2. καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Iαβιν βασιλέως *χανααν ὃς ἐβασίλευσεν ἐν Aσωρ καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ *σισαρα καὶ αὐτὸς κατῴκει ἐν Aρισωθ τῶν ἐθνῶν
3. καὶ ἐκέκραξαν οἱ υἱοὶ Iσραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ αὐτὸς ἔθλιψεν τὸν Iσραηλ κατὰ κράτος εἴκοσι ἔτη
4. καὶ *δεββωρα γυνὴ προφῆτις γυνὴ *λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Iσραηλ ἐν τῷ καιρῷ ἐκείνῳ
5. καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα *δεββωρα ἀνὰ μέσον τῆς Ραμα καὶ ἀνὰ μέσον τῆς *βαιθηλ ἐν τῷ ὄρει Eφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Iσραηλ εἰς κρίσιν
6. καὶ ἀπέστειλεν *δεββωρα καὶ ἐκάλεσεν τὸν *βαρακ υἱὸν Aβινεεμ ἐκ *καδης *νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Iσραηλ σοὶ καὶ ἀπελεύσῃ εἰς ὄρος *θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν *νεφθαλι καὶ ἐκ τῶν υἱῶν *ζαβουλων
7. καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν *κισων τὸν *σισαρα ἄρχοντα τῆς δυνάμεως Iαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου
8. καὶ εἶπεν πρὸς αὐτὴν *βαρακ ἐὰν πορευθῇς μετ' ἐμοῦ πορεύσομαι καὶ ἐὰν μὴ πορευθῇς οὐ πορεύσομαι ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ τὸν ἄγγελον κύριος μετ' ἐμοῦ
9. καὶ εἶπεν πορευομένη πορεύσομαι μετὰ σοῦ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν ἣν σὺ πορεύῃ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν *σισαρα καὶ ἀνέστη *δεββωρα καὶ ἐπορεύθη μετὰ *βαρακ ἐκ *καδης
10. καὶ ἐβόησεν *βαρακ τὸν *ζαβουλων καὶ τὸν *νεφθαλι ἐκ *καδης καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν καὶ ἀνέβη μετ' αὐτοῦ *δεββωρα
11. καὶ *χαβερ ὁ *κιναῖος ἐχωρίσθη ἀπὸ *καινα ἀπὸ τῶν υἱῶν Iωβαβ γαμβροῦ *μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων ἥ ἐστιν ἐχόμενα *κεδες
12. καὶ ἀνηγγέλη *σισαρα ὅτι ἀνέβη *βαρακ υἱὸς Aβινεεμ εἰς ὄρος *θαβωρ
13. καὶ ἐκάλεσεν *σισαρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ ἀπὸ Aρισωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν *κισων
14. καὶ εἶπεν *δεββωρα πρὸς *βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκεν κύριος τὸν *σισαρα ἐν τῇ χειρί σου ὅτι κύριος ἐξελεύσεται ἔμπροσθέν σου καὶ κατέβη *βαρακ ἀπὸ τοῦ ὄρους *θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ
15. καὶ ἐξέστησεν κύριος τὸν *σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον *βαρακ καὶ κατέβη *σισαρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ
16. καὶ *βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Aρισωθ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα παρεμβολὴ *σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός
17. καὶ *σισαρα ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Iαηλ γυναικὸς *χαβερ ἑταίρου τοῦ *κιναίου ὅτι εἰρήνη ἦν ἀνὰ μέσον Iαβιν βασιλέως Aσωρ καὶ ἀνὰ μέσον οἴκου *χαβερ τοῦ *κιναίου
18. καὶ ἐξῆλθεν Iαηλ εἰς συνάντησιν *σισαρα καὶ εἶπεν αὐτῷ ἔκκλινον κύριέ μου ἔκκλινον πρός με μὴ φοβοῦ καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ
19. καὶ εἶπεν *σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν
20. καὶ εἶπεν πρὸς αὐτὴν *σισαρα στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ εἰ ἔστιν ὧδε ἀνήρ καὶ ἐρεῖς οὐκ ἔστιν
21. καὶ ἔλαβεν Iαηλ γυνὴ *χαβερ τὸν πάςαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξεν τὸν πάςαλον ἐν τῷ κροτάφῳ αὐτοῦ καὶ διεξῆλθεν ἐν τῇ γῇ καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν
22. καὶ ἰδοὺ *βαρακ διώκων τὸν *σισαρα καὶ ἐξῆλθεν Iαηλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἰδοὺ *σισαρα ῥεριμμένος νεκρός καὶ ὁ πάςαλος ἐν τῷ κροτάφῳ αὐτοῦ
23. καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Iαβιν βασιλέα *χανααν ἔμπροσθεν τῶν υἱῶν Iσραηλ
24. καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Iσραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Iαβιν βασιλέα *χανααν ἕως οὗ ἐξωλέθρευσαν τὸν Iαβιν βασιλέα *χανααν