LXX Joshua 7




1. καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Iσραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος καὶ ἔλαβεν Aχαρ υἱὸς *χαρμι υἱοῦ *ζαμβρι υἱοῦ *ζαρα ἐκ τῆς φυλῆς Iουδα ἀπὸ τοῦ ἀναθέματος καὶ ἐθυμώθη ὀργῇ κύριος τοῖς υἱοῖς Iσραηλ

2. καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς *γαι ἐστιν κατὰ *βαιθηλ λέγων κατασκέψασθε τὴν *γαι καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν *γαι

3. καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν καὶ εἶπαν πρὸς αὐτόν μὴ ἀναβήτω πᾶς λαός ἀλλ' ὡς δισχίλιοι τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν πάντα ὀλίγοι γάρ εἰσιν

4. καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν *γαι

5. καὶ ἀπέκτειναν ἀπ' αὐτῶν ἄνδρες *γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ τοῦ καταφεροῦς καὶ ἐπτοήθη καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ

6. καὶ διέρρηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν Ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας αὐτὸς καὶ οἱ πρεσβύτεροι Iσραηλ καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν

7. καὶ εἶπεν Ἰησοῦς δέομαι κύριε ἵνα τί διεβίβασεν παῖς σου τὸν λαὸν τοῦτον τὸν Iορδάνην παραδοῦναι αὐτὸν τῷ Aμορραίῳ ἀπολέσαι ἡμᾶς καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Iορδάνην

8. καὶ τί ἐρῶ ἐπεὶ μετέβαλεν Iσραηλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ

9. καὶ ἀκούσας *χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα

10. καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἀνάστηθι ἵνα τί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου

11. ἡμάρτηκεν λαὸς καὶ παρέβη τὴν διαθήκην ἣν διεθέμην πρὸς αὐτούς καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν

12. οὐ μὴ δύνωνται οἱ υἱοὶ Iσραηλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν ὅτι ἐγενήθησαν ἀνάθεμα οὐ προσθήσω ἔτι εἶναι μεθ' ὑμῶν ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν

13. ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον τάδε λέγει κύριος θεὸς Iσραηλ τὸ ἀνάθεμα ἐν ὑμῖν ἐστιν οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν

14. καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς καὶ ἔσται φυλή ἣν ἂν δείξῃ κύριος προσάξετε κατὰ δήμους καὶ τὸν δῆμον ὃν ἐὰν δείξῃ κύριος προσάξετε κατ' οἶκον καὶ τὸν οἶκον ὃν ἐὰν δείξῃ κύριος προσάξετε κατ' ἄνδρα

15. καὶ ὃς ἂν ἐνδειχθῇ κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ὅτι παρέβη τὴν διαθήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Iσραηλ

16. καὶ ὤρθρισεν Ἰησοῦς καὶ προσήγαγεν τὸν λαὸν κατὰ φυλάς καὶ ἐνεδείχθη φυλὴ Iουδα

17. καὶ προσήχθη κατὰ δήμους καὶ ἐνεδείχθη δῆμος *ζαραι+ καὶ προσήχθη κατὰ ἄνδρα

18. καὶ ἐνεδείχθη Aχαρ υἱὸς *ζαμβρι υἱοῦ *ζαρα

19. καὶ εἶπεν Ἰησοῦς τῷ Aχαρ δὸς δόξαν σήμερον τῷ κυρίῳ θεῷ Iσραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψῃς ἀπ' ἐμοῦ

20. καὶ ἀπεκρίθη Aχαρ τῷ Ἰησοῖ καὶ εἶπεν ἀληθῶς ἥμαρτον ἐναντίον κυρίου θεοῦ Iσραηλ οὕτως καὶ οὕτως ἐποίησα

21. εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶςαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν

22. καὶ ἀπέστειλεν Ἰησοῦς ἀγγέλους καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν καὶ ταῦτα ἦν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν

23. καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς καὶ ἤνεγκαν πρὸς Ἰησοῦν καὶ τοὺς πρεσβυτέρους Iσραηλ καὶ ἔθηκαν αὐτὰ ἔναντι κυρίου

24. καὶ ἔλαβεν Ἰησοῦς τὸν Aχαρ υἱὸν *ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Aχωρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶς λαὸς μετ' αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς εἰς Eμεκαχωρ

25. καὶ εἶπεν Ἰησοῦς τῷ Aχαρ τί ὠλέθρευσας ἡμᾶς ἐξολεθρεύσαι σε κύριος καθὰ καὶ σήμερον καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Iσραηλ

26. καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν καὶ ἐπαύσατο κύριος τοῦ θυμοῦ τῆς ὀργῆς διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ Eμεκαχωρ ἕως τῆς ἡμέρας ταύτης

1. καὶ ὤρθρισεν Iαρβαλ αὐτός ἐστιν *γεδεων καὶ πᾶς λαὸς μετ' αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν Aραδ καὶ παρεμβολὴ *μαδιαμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ *γαβααθ Aμωρα ἐν κοιλάδι

2. καὶ εἶπεν κύριος πρὸς *γεδεων πολὺς λαὸς μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν *μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται Iσραηλ ἐπ' ἐμὲ λέγων χείρ μου ἔσωσέν με

3. καὶ νῦν λάλησον δὴ ἐν ὠσὶν τοῦ λαοῦ λέγων τίς φοβούμενος καὶ δειλός ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους *γαλααδ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν

4. καὶ εἶπεν κύριος πρὸς *γεδεων ἔτι λαὸς πολύς κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος πορεύσεται σὺν σοί αὐτὸς πορεύσεται σὺν σοί καὶ πᾶν ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος οὐ πορεύσεται μετὰ σοῦ αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ

5. καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς *γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώςῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν

6. καὶ ἐγένετο ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ

7. καὶ εἶπεν κύριος πρὸς *γεδεων ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ δώσω τὴν *μαδιαμ ἐν χειρί σου καὶ πᾶς λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ

8. καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν καὶ τὸν πάντα ἄνδρα Iσραηλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν καὶ παρεμβολὴ *μαδιαμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι

9. καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου

10. καὶ εἰ φοβῇ σὺ καταβῆναι κατάβηθι σὺ καὶ *φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν

11. καὶ ἀκούσῃ τί λαλήσουσιν καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ καὶ κατέβη αὐτὸς καὶ *φαρα τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα οἳ ἦσαν ἐν τῇ παρεμβολῇ

12. καὶ *μαδιαμ καὶ Aμαληκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός ἀλλὰ ἦσαν ὡς ἄμμος ἐπὶ χείλους τῆς θαλάςης εἰς πλῆθος

13. καὶ ἦλθεν *γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ *μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν καὶ ἔπεσεν καὶ ἀνέστρεψεν αὐτὴν ἄνω καὶ ἔπεσεν σκηνή

14. καὶ ἀπεκρίθη πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία *γεδεων υἱοῦ Iωας ἀνδρὸς Iσραηλ παρέδωκεν θεὸς ἐν χειρὶ αὐτοῦ τὴν *μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν

15. καὶ ἐγένετο ὡς ἤκουσεν *γεδεων τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Iσραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν *μαδιαμ

16. καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις

17. καὶ εἶπεν πρὸς αὐτούς ἀπ' ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς καὶ ἔσται καθὼς ἂν ποιήσω οὕτως ποιήσετε

18. καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ καὶ πάντες μετ' ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε τῷ κυρίῳ καὶ τῷ *γεδεων

19. καὶ εἰσῆλθεν *γεδεων καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ' αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάςοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν

20. καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶν δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τῷ κυρίῳ καὶ τῷ *γεδεων

21. καὶ ἔστησαν ἀνὴρ ἐφ' ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς καὶ ἔδραμεν πᾶσα παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγαν

22. καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ καὶ ἔφυγεν παρεμβολὴ ἕως *βηθσεεδτα *γαραγαθα ἕως χείλους Aβωμεουλα ἐπὶ *ταβαθ

23. καὶ ἐβόησαν ἀνὴρ Iσραηλ ἀπὸ *νεφθαλι καὶ ἀπὸ Aσηρ καὶ ἀπὸ παντὸς *μαναςη καὶ ἐδίωξαν ὀπίσω *μαδιαμ

24. καὶ ἀγγέλους ἀπέστειλεν *γεδεων ἐν παντὶ ὄρει Eφραιμ λέγων κατάβητε εἰς συνάντησιν *μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως *βαιθηρα καὶ τὸν Iορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ Eφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως *βαιθηρα καὶ τὸν Iορδάνην

25. καὶ συνέλαβον τοὺς ἄρχοντας *μαδιαμ καὶ τὸν Ωρηβ καὶ τὸν *ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν *σουρ καὶ τὸν *ζηβ ἀπέκτειναν ἐν Iακεφζηφ καὶ κατεδίωξαν *μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ *ζηβ ἤνεγκαν πρὸς *γεδεων ἀπὸ πέραν τοῦ Iορδάνου